Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῆς Καλύμνου τὸ κλέος καὶ θεῖον ἔφορον,
Τῆς Καλύμνου τὸ κλέος καὶ θεῖον ἔφορον,
καὶ τῶν πάλαι Ὁσίων τὸν ἰσοστάσιον,
εὐφημήσωμεν πιστοὶ Σάββαν τὸν Ὅσιον·
ὅτι δεδόξασται λαμπρῶς, ὡς θεράπων
τοῦ Χριστοῦ,
θαυμάτων τῇ ἐνεργείᾳ, καὶ διανέμει τοῖς πᾶσι,
παρὰ Θεοῦ
χάριν καὶ ἔλεος.
Κοντάκιον. Ἡ Παρθένος σήμερον.
Ἑορτάζει σήμερον, τῶν Καλυμνίων ἡ νῆσος,
Ἑορτάζει σήμερον, τῶν Καλυμνίων ἡ νῆσος,
τὴν ἁγίαν μνήμην σου, ἀγαλλομένῃ
καρδίᾳ·
ἔσχε γὰρ, ὡς θεοδώρητον ὄντως πλοῦτον,
σκῆνός σου, τὸ
θεοδόξαστον Πάτερ Σάββα,
ᾧ προστρέχουσα ἐν πίστει,
ῥῶσιν λαμβάνει, ψυχῆς
τε καὶ σώματος.
Μεγαλυνάριον.
Χαίροις τῆς Καλύμνου ὁ ἀρωγός,
Χαίροις τῆς Καλύμνου ὁ ἀρωγός,
καὶ Δωδεκανήσου, λαμπαδοῦχος θεοφανής·
χαίροις ὁ
παρέχων, τοῖς πάσχουσι τὴν ῥῶσιν,
ὦ Σάββα θεοφόρε, Ὁσίων σύσκηνε.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου