Παρασκευή 4 Μαρτίου 2016

Πρὸς τιμὴν τοῦ Ὁσίου Γερασίμου τοῦ Ἰορδανίτου


Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς ἐρήμου οἰκήτωρ, Ἀσκητῶν ἀκροθίνιον, 
καὶ ἀγγελικῆς πολιτείας ἀναδέδειξαι ἔσοπτρον, 
τοῦ Πνεύματος τῇ αἴγλῃ λαμπρυνθείς, 
Γεράσιμε Ὁσίων καλλονὴ· 
διὰ τοῦτο θεραπεύεις διαπαντός, 
τοὺς πίστει ἐκβοῶντάς σοι· 
δόξα τῷ δεδωκότι σοι ἰσχύν, 
δόξα τῷ σὲ στεφανώσαντι, 
δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, 
πᾶσιν ἰάματα.

Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
  Χριστῷ ἐκ νεότητος, ἀκολουθήσας πιστῶς, 
ζωὴν τὴν ἰσάγγελον, ἐπολιτεύσω σαφῶς, 
Γεράσιμε Ὅσιε· 
σὺ γὰρ ἐν Ἰορδάνου, διαλάμψας τῇ χώρᾳ, 
θῆρα καθυποτάσσεις, τῇ στερρᾷ σου ἀσκήσει· 
Χριστὸς γὰρ ὃν ἐδόξασας, λαμπρῶς σε ἐθαυμάστωσε.


Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
  Ὡς ἀστὴρ οὐράνιος ἐξανάτειλας, 
ἱερῶς ἐφαίδρυνας, τῶν ἀρετῶν σου τῷ φωτί, 
τοῦ Ἰορδάνου τὴν ἔρημον, 
Ὅσιε Πάτερ, θεόφρον Γεράσιμε.

Μεγαλυνάριον.

Χαίροις τῶν Ἀγγέλων ὁ μιμητής, 
καὶ τῶν Μοναζόντων, γνώμων θεῖος καὶ ὁδηγός·
 χαίροις ἀπαθείας, τὸ φωτοφόρον σέλας, 
Γεράσιμε παμμάκαρ, Ὁσίων καύχημα.

Πηγή: synaxarion.gr

Δεν υπάρχουν σχόλια: