Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως.
Θείῳ
Πνεύματι, συγκροτηθέντες,
δῆμος ὤφθητε, τροπαιοφόρος,
Ἀθλοφόροι Χριστοῦ
Τεσσαράκοντα·
διὰ πυρὸς γὰρ καὶ ὕδατος ἔνδοξοι,
δοκιμασθέντες λαμπρῶς
ἐδοξάσθητε.
Ἀλλ' αἰτήσασθε, Τριάδα τὴν Ὑπερούσιον,
δωρήσασθαι ἡμῖν τὸ
μέγα ἔλεος.
Ἕτερον Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τοὺς γενναίους ὁπλίτας
Τοὺς γενναίους ὁπλίτας
τοῦ τῶν ὅλων δεσπόζοντος,
τοὺς συγκροτηθέντας ἐν
πίστει,
ὁμοφώνος τιμήσωμεν·
Χριστῷ γὰρ στρατευθέντες εὐσεβῶς,
δι’ ὕδατος
διῆλθον καὶ πυρός,
καὶ πρὸς θείαν εἰσέλθοντες ἀναψυχήν,
προΐστανται τῶν
βοώντων·
δόξα τῷ ἐνισχύσαντι ὑμᾶς,
δόξα τῷ στεφανώσαντι,
δόξα τῷ
θαυμαστώσαντι ὑμᾶς,
Τεσσαράκοντα Μάρτυρες.
Κοντάκιον. Ἦχος πλ. β’. Τὴν ὑπὲρ ἡμῶν.
Πᾶσαν
στρατιὰν, τοῦ κόσμου καταλιπόντες,
τῷ ἐν οὐρανοῖς Δεσπότῃ
προσεκολλήθητε,
Ἀθλοφόροι Κυρίου Τεσσαράκοντα·
διὰ πυρὸς γὰρ καὶ ὕδατος,
διελθόντες μακάριοι,
ἐπαξίως ἐκομίσασθε, δόξαν ἐκ τῶν οὐρανῶν,
καὶ
στεφάνων πληθύν.
Ἕτερον Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Συντεταγμένοι εὐσεβείᾳ καὶ στερρότητι
Μαρτυρικῶς τὸν δυσμενῆ ἐθριαμβεύσατε,
Τεσσαράκοντα γενναῖοι Χριστοῦ ὁπλῖται·
Ἀλλ’ ὡς σύμμορφοι ἐν ἄθλοις καὶ ἐν χάριτι,
Ἐν ἀγάπῃ καὶ εἰρήνῃ συντηρήσατε
Τοὺς κραυγάζοντας, χαίροις ἅγιον σύνταγμα.
Τοὺς κραυγάζοντας, χαίροις ἅγιον σύνταγμα.
Μεγαλυνάριον.
Τὸ τετραδεκάριθμον καὶ λαμπρόν,
Τὸ τετραδεκάριθμον καὶ λαμπρόν,
σύνταγμα τοῦ Λόγου, εὐφημήσωμεν ἐν ᾠδαῖς·
κρύει καὶ πυρὶ γάρ, στερρῶς δοκιμασθέντες,
ἐστέφθησαν ἀξίως, οἱ
Τεσσαράκοντα.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου