Πέμπτη 17 Μαρτίου 2016

Πρὸς τιμὴν τοῦ Ὁσίου Ἀλεξίου, τοῦ ἀνθρώπου τοῦ Θεοῦ



Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
 Ἐκ ῥίζης ἐβλάστησας, περιφανοῦς καὶ κλεινῆς,
 ἐκ πόλεως ἤνθησας, βασιλικῆς καὶ λαμπρᾶς, 
Ἀλέξιε πάνσοφε· 
πάντων δ’ ὑπερφρονήσας ὡς φθαρτῶν καὶ ῥεόντων,
 ἔσπευσας συναφθῆναι, τῷ Χριστῷ καὶ Δεσπότῃ.
 Αὐτὸν οὖν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
 Ἀλεξίου σήμερον τοῦ πανολβίου, 
ἑορτὴν τὴν πάνσεπτον, ἐπιτελοῦντες εὐλαβῶς, 
αὐτὸν ὑμνήσωμεν λέγοντες· 
χαίροις Ὁσίων τερπνὸν ἐγκαλλώπισμα.

Μεγαλυνάριον.

Κλῆσιν τὴν οὐράνιον ἐσχηκώς, 
μόνος ἐν Ἁγίοις, Θεοῦ ἄνθρωπος θαυμαστός, 
Ἀλέξιε σὺ ὤφθης, τῷ ἰσαγγέλῳ βίῳ· 
διὸ τῆς τῶν Ἀγγέλων, χαρᾶς ἠξίωσαι.

Πηγή: synaxarion.gr

Δεν υπάρχουν σχόλια: