Ἀπολυτίκιον. Ἦχος πλ. δ’.
Ὀρθοδοξίας ὁ Φωστήρ,
Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε,
τῶν Μοναστῶν ἡ καλλονή,
τῶν Θεολόγων ὑπέρμαχος ἀπροσμάχητος,
Γρηγόριε Θαυματουργέ,
Θεσσαλονίκης
τὸ καύχημα,
κῆρυξ τῆς χάριτος,
ἱκέτευε διὰ παντός,
σωθῆναι τὰς ψυχὰς
ἡμῶν.
Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχω.
Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον
Θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα
Ἀνυμνοῦμέν σε Γρηγόριε θεορρῆμον·
Ἀλλ’ ὡς νοῦς Νοΐ τῷ πρώτῳ παριστάμενος
Πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ ὁδήγησον,Ἵνα κράζωμεν, χαῖρε κῆρυξ τῆς χάριτος.
Μεγαλυνάριον.
Χαίροις
Ἐκκλησίας θεῖος φωστήρ,
καὶ Θεσσαλονίκης ποιμενάρχης ὁ εὐκλεής·
χαίροις
τοῦ ἀκτίστου, φωτὸς πάνσοφον στόμα,
Γρηγόριε παμμάκαρ, πιστῶν ἑδραίωμα.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου