Σάββατο 12 Μαρτίου 2016

Ἀγωνίσασθε ἵνα υἱοὶ Θεοῦ γένησθε - Ἅγιος Συμεών ὁ Νέος Θεολόγος


Διὸ παρακαλῶ πάντας ὑμᾶς, ἀδελφοὶ καὶ πατέρες,

σπουδάσατε ἕως καιρός ἐστι καὶ ἐν τοῖς ζῶσίν ἐσμεν,

ἀγωνίσασθε ἵνα υἱοὶ Θεοῦ γένησθε,

ἵνα φωτὸς χρηματίσητε (:νὰ διατελέσετε) τέκνα

-ταῦτα γὰρ ἡ ἄνωθεν ἡμῖν γέννησις δίδωσι-,

μισήσατε τὸν κόσμον (:τῶν παθῶν καὶ τῆς ἁμαρτίας)

καὶ τὰ ἐν κόσμῳ, μισήσατε τὴν σάρκα καὶ

τὰ ἐξ αὐτῆς τικτόμενα πάθη,

μισήσατε πᾶσαν ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν

μέχρι ἐλαχίστου εἴδους καὶ πράγματος.

Τοῦτο δὲ ποιῆσαι δυνησόμεθα,

ἐὰν τὸ μέγεθος τῆς μελλούσης ἡμᾶς διαδέξασθαι

δόξης καὶ χαρᾶς καὶ τρυφῆς ἐννοήσωμεν.

Τί γάρ, εἰπέ μοι, τοσοῦτον μεῖζον

ἐν οὐρανῷ ἢ ἐπὶ τῆς γῆς

ὡς τὸ γενέσθαι τινὰ υἱὸν Θεοῦ καὶ

κληρονόμον αὐτοῦ καὶ συγκληρονόμον Χριστοῦ;

Πάντως οὐδέν!

Ἅγιος Συμεὼν ὁ Νέος Θεολόγος 

Πηγή: Κατηχήσεις- Εὐχαριστίαι, Ἁγίου Συμεὼν τοῦ Νέου Θεολόγου, Τόμος Α', σελ. 163-164.

Δεν υπάρχουν σχόλια: