Σάββατο 6 Φεβρουαρίου 2016

Πρὸς τιμὴν τοῦ Ἁγίου Φωτίου τοῦ Μεγάλου

  



Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
  Τῆς σοφίας ἐκφάντωρ λαμπρὸς γενόμενος,
 Ὀρθοδοξίας ἐδείχθης θεοπαγὴς προμαχών, 
τῶν Πατέρων καλλονὴ Φώτιε μέγιστε· 
οὐ γὰρ αἱρέσεων δεινῶν, στηλιτεύεις τὴν ὀφρύν, 
Ἑῴας τὸ θεῖον σέλας, τῆς Ἐκκλησίας λαμπρότης, 
ἣν διατήρει Πάτερ ἄσειστον.

Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῆς Ἐκκλησίας ὁ φωστὴρ ὁ τηλαυγέστατος
Καὶ ὀρθοδόξων ὁδηγὸς ὁ ἐνθεώτατος
Στεφανούσθω νῦν τοῖς ἄνθεσι τῶν ᾀσμάτων.
Ἡ θεοφθόγγος κιθάρα ἡ τοῦ Πνεύματος,
Ὁ στερρότατος αἱρέσεων ἀντίπαλος· Ὧ καὶ κράζομεν, χαῖρε πάντιμε Φώτιε.

Μεγαλυνάριον.

Χαίροις ὀρθοδόξων φωταγωγέ, 
καὶ τῆς Ἐκκλησίας, νυμφοστόλε καὶ ὁδηγέ· 
χαίροις κακοδόξων, ἡ δίστομος ῥομφαία, 
ὦ Φώτιε τρισμάκαρ, ῥητόρων ἔξοχε.

Πηγή: synaxarion.gr

Δεν υπάρχουν σχόλια: