Πρὸς Κορινθίους Β΄ Ἐπιστολὴ στ΄ 16 - ζ΄ 1.
Ἀδελφοί,
16 τίς δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός.
17 διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν
καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι
ὑμᾶς,
18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ
θυγατέρας, λέγει Κύριος παντοκράτωρ.
ζ΄ 1 Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας,
ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος,
ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.
Ἅγιος Ἀπόστολος Παῦλος
Πηγές: myriobiblos.gr & Καινὴ Διαθήκη, σελ. 728-729.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου