Κυριακή 7 Φεβρουαρίου 2016

Το Εὐαγγέλιον τῆς Κυριακῆς ΙΣΤ΄Ματθαίου (τῶν ταλάντων)




Εὐαγγέλιον κατὰ Ματθαῖον, κε΄ 14-30.

14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, 

15 καὶ ᾧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως. 

16 πορευθεὶς δὲ ὁ τὰ πέντε τάλαντα λαβὼν εἰργάσατο ἐν αὐτοῖς καὶ ἐποίησεν ἄλλα πέντε τάλαντα· 

17 ὡσαύτως καὶ ὁ τὰ δύο ἐκέρδησε καὶ αὐτὸς ἄλλα δύο. 

18 ὁ δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν ἐν τῇ γῇ καὶ ἀπέκρυψε τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 

19 μετὰ δὲ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει μετ' αὐτῶν λόγον.

20 καὶ προσελθὼν ὁ τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε, πέντε τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ' αὐτοῖς. 

21 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 

22 προσελθὼν δὲ καὶ ὁ τὰ δύο τάλαντα λαβὼν εἶπε· κύριε, δύο τάλαντά μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ' αὐτοῖς. 

23 ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 

24 προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπε· κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας· 

25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. 

26 ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ! ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα! 

27 ἔδει οὖν σε βαλεῖν τὸ ἀργύριόν μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 

28 ἄρατε οὖν ἀπ' αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· 

29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ. 

30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 

 Ἅγιος Ἀπόστολος & Εὐαγγελιστὴς Ματθαῖος

Πηγή: Καινή Διαθήκη, σελ.111-113 & myriobiblos.gr 

Δεν υπάρχουν σχόλια:


Ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. Ἰησοῦς Χριστός - (Λουκ. ι' 3).

Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. Ἰησοῦς Χριστός - (Ἰωάν. η' 12).

Σᾶς εὐχαριστοῦμε.

Ἐν Χριστῷ ἐπικοινωνία

mariapmp@weboikos.com

Ἡ ἀπροσωπόληπτη γνώμη σας θά μᾶς βοηθήσει νά βελτιωθοῦμε.


Ἄν θέλετε κάποιο κείμενο ἤ ποίημα γιὰ ἀναδημοσίευση μπορεῖτε νὰ ἐπικοινωνήσετε μαζί μας.

* * * * * * * * * * * * * * * * * * * * * *
Κύριε Ἰησοῦ Χριστέ, εὐλόγησε τοὺς
ἐπισκέπτες τοῦ ἱστολογίου αὐτοῦ
καὶ ὁδήγησέ μας ὅλους στὴν ὁδό
τῆς Θεογνωσίας, αὐτογνωσίας,
μετανοίας καὶ σωτηρίας.


* * * * * * * * * * * * * * * * * * * * * *


Ἑλλάς: ἡ χώρα τῶν Ἁγίων & τῶν Ἡρώων

Ἑλλάς: ἡ χώρα τῶν Ἁγίων & τῶν Ἡρώων

.

.
Οἱ Ἅγιοι Τρεῖς Ἱεράρχες

.

.
Ἡ ἁγία οἱκογένεια τοῦ Μεγάλου Βασιλείου!

ΟΙ ΗΡΩΕΣ ΤΗΣ ΛΕΥΤΕΡΙΑΣ

ΟΙ ΗΡΩΕΣ ΤΗΣ ΛΕΥΤΕΡΙΑΣ

ΟΙ ΑΠΟΓΟΝΟΙ ΤΩΝ ΗΡΩΩΝ

ΟΙ ΑΠΟΓΟΝΟΙ ΤΩΝ ΗΡΩΩΝ
25η Μαρτίου 2016.