Παρασκευή 12 Φεβρουαρίου 2016

Πρὸς τιμὴν τοῦ Ἁγίου Μελετίου, Ἀρχιεπισκόπου Ἀντιοχείας



Ἀπολυτίκιον. Ἦχος γ’. Θείας Πίστεως.
  Νόμον ἔνθεον, ἐμμελετήσας, 
τὴν οὐράνιον, γνῶσιν ἐκλάμπεις, 
τῇ Ἐκκλησίᾳ Ἱεράρχα Μελέτιε· 
τὴν γὰρ Τριάδα κηρύττων ὁμότιμον,
 αἱρετικῶν διαλύεις τᾶς φάλαγγας. 
Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, 
δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Κοντάκιον  Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Ὀρθοδοξίας τοῖς τρόποις κοσμούμενος, 
τῆς Ἐκκλησίας προστάτης καὶ πρόβολος, 
ἐδείχθης παμμάκαρ Μελέτιε, 
καταπυρσεύων τὰ πέρατα δόγμασι,
λαμπτὴρ Ἐκκλησίας φαεινότατε.

Μεγαλυνάριον.

Μελέτῃ δογμάτων πανευσεβῶν,
 τῆς Ὀρθοδοξίας, ἀναβλύζεις τὸν γλυκασμόν, 
καὶ τῆς ἀνομίας, ἐξαίρεις τὴν πικρίαν, 
Μελέτιε παμμάκαρ, Τριάδος πρόμαχε.

 Πηγή: synaxarion.gr

Δεν υπάρχουν σχόλια: