Ἀπολυτίκιον. Ἦχος α’.
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε·
Χαῖρε Κεχαριτωμένη Θεοτόκε Παρθένε·
ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ Ἥλιος τῆς
δικαιοσύνης,
Χριστὸς ὁ Θεὸς ἡμῶν, φωτίζων τοὺς ἐν σκότει.
Εὐφραίνου καὶ
σὺ Πρεσβῦτα δίκαιε,
δεξάμενος ἐν ἀγκάλαις
τὸν ἐλευθερωτὴν τῶν ψυχῶν
ἡμῶν,
χαριζόμενον ἡμῖν καὶ τὴν Ἀνάστασιν.
Κοντάκιον. Ἦχος α’.
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου,
Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου,
καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας
ὡς ἔπρεπε,
προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς, Χριστὲ ὁ Θεός.
Ἀλλ’ εἰρήνευσον
ἐν πολέμοις τὸ πολίτευμα,
καὶ κραταίωσον βασιλεῖς οὓς ἠγάπησας,
ὁ μόνος
φιλάνθρωπος.
Μεγαλυνάριον.
Σήμερον ἡ Πάναγνος Μαριάμ,
Σήμερον ἡ Πάναγνος Μαριάμ,
τῷ Ναῷ προσάγει, ὥσπερ βρέφος τὸν Ποιητήν,
ὃν ἐν
ταῖς ἀγκάλαις, ὁ Πρέσβυς δεδεγμένος,
Θεὸν αὐτὸν κηρύττει, κἂν σάρκα
εἴληφε.
Πηγή: synaxarion.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου