Πέμπτη 14 Ιανουαρίου 2016

Πρὸς τιμὴν τῆς ἀποδόσεως τῶν Θεοφανείων


Ἀπόστιχο στιχηρὸ ἰδιομελο. Ἦχος πλ. β΄. Ἀνατολίου.
 
Σήμερον ὁ οὐρανοῦ καὶ γῆς Ποιητής, 
παραγίνεται σαρκὶ ἐν Ἰορδάνῃ, 
Βάπτισμα αἰτῶν ὁ ἀναμάρτητος,
 ἵνα καθάρῃ τὸν κόσμον 
ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ· 
καὶ βαπτίζεται ὑπὸ δούλου, 
ὁ Δεσπότης τῶν ἀπάντων· 
καὶ καθαρισμὸν δι᾿ ὕδατος 
τῷ γένει τῶν ἀνθρώπων δωρεῖται. 
Αὐτῷ βοήσωμεν· 
Ὁ ἐπιφανεὶς Θεὸς ἡμῶν, δόξα σοι. 

Πηγή: Μηναῖον Ἰανουαρίου, «Φῶς», σελ. 139.

Δεν υπάρχουν σχόλια: