2 Ὡς γέγραπται ἐν
τοῖς προφήταις, ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς
κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου·
3 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ,
4 ἐγένετο
Ἰωάννης βαπτίζων ἐν τῇ ἐρήμῳ καὶ κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν
ἁμαρτιῶν.
5 καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ
Ἱεροσολυμῖται, καὶ ἐβαπτίζοντο πάντες ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπ' αὐτοῦ
ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
6 ἦν δὲ ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας
καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐσθίων ἀκρίδας
καὶ μέλι ἄγριον.
7 καὶ ἐκήρυσσε λέγων· ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω
μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ.
8
ἐγὼ μὲν ἐβάπτισα ὑμᾶς ἐν ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ἐν Πνεύματι Ἁγίῳ.
Ἅγιος Ἀπόστολος & Εὐαγγελιστὴς Μᾶρκος
Πηγές: myriobiblos.gr & Καινὴ Διαθήκη, σελ. 135-136.
Πηγές: myriobiblos.gr & Καινὴ Διαθήκη, σελ. 135-136.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου