Τρίτη 19 Ιανουαρίου 2016

Πρὸς τιμὴν τοῦ Ἁγίου Μάρκου τοῦ Εὐγενικοῦ


Ἀπολυτίκιον. Ἦχος γ’. Θείας πίστεως. 
  Θείας πίστεως, ὁμολογίᾳ,
 μέγαν εὕρατο, ἡ Ἐκκλησία, 
ζηλωτήν σε θεῖε Μᾶρκε πανεύφημε, 
ὑπερμαχοῦντα πατρῴου φρονήματος, 
καὶ καθαιροῦντα τοῦ σκότους ὑψώματα. 
Ὅθεν ἄφεσιν, Χριστὸν τὸν Θεὸν ἱκέτευε, 
δωρήσασθαι ἡμῖν τοῖς σὲ γεραίρουσι.



Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.  
Πανοπλίαν ἄμαχον, ἐνδεδυμένος θεόφρον, 
τὴν ὀφρῦν κατέσπασας, τῆς Δυτικῆς ἀνταρσίας, 
ὄργανον, τοῦ Παρακλήτου γεγενημένος, 
πρόμαχος, Ὀρθοδοξίας προβεβλημένος· 
διὰ τοῦτό σοι βοῶμεν· χαίροις ὦ Μᾶρκε, 
Ὀρθοδόξων καύχημα.



Μεγαλυνάριον.
Τῆς Ὀρθοδοξίας ταῖς ἀστραπαῖς, 
λάμψας ἐν τῇ Δύσει, ἐξεθάμβησας ἐμφανῶς, 
Δυτικῶς τὰς ὄψεις, τοὺς ὅρους τῶν Πατέρων, 
ὦ Μᾶρκε ῥητορεύων, πυρίνῃ γλώττῃ σου.

Πηγή: synaxarion.gr

Δεν υπάρχουν σχόλια: