Πέμπτη 25 Ιουνίου 2015

Ψαλμὸς Γ΄ - Ἅγιος Προφητάναξ Δαυΐδ




2 Κύριε, τί ἐπληθύνθησαν οἱ θλίβοντές με; πολλοὶ
ἐπανίστανται ἐπ᾿ ἐμέ·

3 πολλοὶ λέγουσι τῇ ψυχῇ μου· οὐκ ἔστι σωτηρία
αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ. (διάψαλμα).


4 σὺ δέ, Κύριε, ἀντιλήπτωρ μου εἶ, δόξα μου καὶ
ὑψῶν τὴν κεφαλήν μου.


5 φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, καὶ ἐπήκουσέ
μου ἐξ ὄρους ἁγίου αὐτοῦ. (διάψαλμα).

6 ἐγὼ δὲ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι
Κύριος ἀντιλήψεταί μου.


7 οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ
συνεπιτιθεμένων μοι.


8 ἀνάστα, Κύριε, σῶσόν με, ὁ Θεός μου, ὅτι σὺ
ἐπάταξας πάντας τοὺς ἐχθραίνοντάς μοι ματαίως,
ὀδόντας ἁμαρτωλῶν συνέτριψας.


9 τοῦ Κυρίου ἡ σωτηρία, καὶ ἐπὶ τὸν λαόν σου ἡ
εὐλογία σου.

Ἅγιος Προφητάναξ Δαυΐδ 
Πηγή: Παλαιά Διαθήκη, Τόμος 10, «Ὁ Σωτήρ», σελ. 27-28.

Δεν υπάρχουν σχόλια: