Παρασκευή 5 Ιουνίου 2015

Ποῖά εἰσι τὰ γνωρίσματα τῆς ἐπιγνώσεως τοῦ Θεοῦ; - Ἅγιος Νεκτάριος





 -  Ποῖά εἰσι τὰ γνωρίσματα τῆς ἐπιγνώσεως τοῦ Θεοῦ;

- Τὰ γνωρίσματα εἰσι τὰ ἐξῆς: 

   1) ἀφοσίωσις μέχρι αὐταπαρνήσεως καὶ θυσίας· 

   2) ἀληθὴς καὶ πνευματικὴ λατρεία· 

   3) τελεία ὑποταγὴ τοῦ ἑαυτοῦ θελήματος εἰς τὸ θέλημα τοῦ Θεοῦ καὶ 

   4) τελείωσις ἐν τῇ ἀρετῇ. 

- Τί ἐστιν Θεία χάρις, καὶ δύναμις καὶ τίς ἡ ἐκ ταύτης ἀπόδειξις;

- Θεία χάρις καὶ δύναμις ἐστιν ἡ ἐνεργουμένη ἐν τῇ ψυχῇ ἀλλοίωσις, ἤτις διαπλάττει αὐτὴν εἰς εἰκόνα Θεοῦ· αὕτη δὲ ἡ ἀλλοίωσίς ἐστιν ἔργον τῆς δεξιᾶς τοῦ Ὑψίστου· ὥστε ὁ Θεὸς ἀποκαλύπεται τῷ πιστῷ.
  
Ἅγιος Νεκτάριος Ἐπίσκοπος Πενταπόλεως 

πηγή: Ὀρθόδοξος Ἱερά Κατήχησις, Ἁγίου Νεκταρίου Μητροπολίτου Πενταπόλεως, «Βασ. Ρηγοπούλου», σελ. 41 & 42.

Δεν υπάρχουν σχόλια: