Δευτέρα 29 Ιουνίου 2015

Πρὸς τιμὴν τῶν Ἁγίων Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου & Παύλου


Ἦχος πλ. δ΄. τὴν Σοφίαν καὶ Λόγον.
 
Τὸν βυθὸν τῆς ἀλιείας καταλιπών, 
οὐρανόθεν ἐδέξω παρὰ Πατρὸς, 
τὴν θείαν ἀποκαλύψιν, τῆς τοῦ Λόγου σαρκώσεως· 
καὶ παρρησίᾳ πᾶσιν, ἐβόας τῷ Κτίστῃ σου·
 Τοῦ Θεοῦ σε γινώσκω, Υἱὸν ὁμοούσιον. 
Ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, 
ἡ πέτρα τῆς πίστεως, καὶ κλειδοῦχος τῆς χάριτος.
Πέτρε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ 
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, 
τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.  


Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξήλθεν.

Τὰ κατὰ πόλιν δεσμὰ καὶ τὰς θλίψεις σου, 
τὶς διηγήσεται, ἔνδοξε Ἀπόστολε Παῦλε;
 τοὺς κόπους, τοὺς μόχθους, τὰς ἀγρυπνίας, 
τὰς ἐν λιμῷ καὶ δίψει κακοπαθείας, 
τὰς ἐν ψύχει καὶ γυμνότητι, τὴν σαργάνην, 
τοὺς ραβδισμούς, τοὺς λιθασμούς, 
τήν περίοδον, τόν βυθόν, τά ναυάγια; 
 Θέατρον ἐγένου καὶ Ἀγγέλοις καὶ ἀνθρώποις. 
Πάντα οὖν ὑπέμεινας ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, 
ἵνα κόσμον κερδίσῃς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ σου. 
Διὸ δυσωποῦμεν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, 
ἀδιαλείπτως ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὕμνοι Μηναίου Ἰουνίου 

Πηγή: Μηναῖον Ἰουνίου, «Φῶς», σελ. 198 & 197.

Δεν υπάρχουν σχόλια: