Πρὸς Ρωμαίους ἐπιστολή, κεφάλαιον στ΄, στίχοι 3-11.
Ἀδελφοί, ὅσοι εἰς Χριστὸν ἐβαπτίσθημεν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν.
4 Συνετάφημεν οὖν
αὐτῷ διὰ τοῦ βαπτίσματος εἰς τὸν θάνατον· ἵνα ὥσπερ ἠγέρθη Χριστὸς ἐκ
νεκρῶν διὰ τῆς δόξης τοῦ Πατρός, οὕτω καὶ ἡμεῖς ἐν καινότητι ζωῆς
περιπατήσωμεν.
5 εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου
αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα,
6 τοῦτο γινώσκοντες, ὅτι ὁ
παλαιὸς ἡμῶν ἄνθρωπος συνεσταυρώθη, ἵνα καταργηθῇ τὸ σῶμα τῆς ἁμαρτίας,
τοῦ μηκέτι δουλεύειν ἡμᾶς τῇ ἁμαρτίᾳ·
7 ὁ γὰρ ἀποθανὼν δεδικαίωται ἀπὸ
τῆς ἁμαρτίας.
8 εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ
συζήσομεν αὐτῷ,
9 εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι
ἀποθνῄσκει, θάνατος αὐτοῦ οὐκέτι κυριεύει.
10 ὃ γὰρ ἀπέθανε, τῇ ἁμαρτίᾳ
ἀπέθανεν ἐφάπαξ, ὃ δὲ ζῇ, ζῇ τῷ Θεῷ.
11 οὕτω καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς
νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ Θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ
ἡμῶν.
Ἅγιος Ἀπόστολος Παῦλος
Πηγή: Τριώδιον, «Φῶς», σελ. 499.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου