Ἀντίφωνον ιβ΄. Ἦχος πλ. δ΄.
Τάδε λέγει Κύριος τοῖς Ἰουδαίοις·
λαός μου, τί ἐποίησά σοι ἢ τί σοι παρηνώχλησα;
Τοὺς τυφλούς σου ἐφώτισα, τοὺς λεπρούς σου ἐκαθάρισα,
ἄνδρα ὄντα ἐπὶ κλίνης ἠνωρθωσάμην.
Λαός μου, τί ἐποίησά σοι, καὶ τί μοι ἀνταπέδωκας;
Ἀντὶ τοῦ μάννα, χολήν· ἀντὶ τοῦ ὕδατος, ὅξος·
Ἀντὶ τοῦ ἀγαπᾶν με, σταυρῷ με προσηλώσατε.
Οὐκέτι στέγω λοιπόν· καλέσω μου τὰ ἔθνη,
κἀκεῖνά με δοξάσουσι σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι·
καγὼ αὐτοὺς δωρήσομαι ζωὴν τὴν αἰώνιον.
Ὕμνοι Τριωδίου
Πηγή: Ἡ Μεγάλη Ἑβδομας, «Ο.Χ.Α. Λυδία», σελ. 158.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου