Τοῦ κυρίου Θεοδώρου.
Ἦχος β΄. Τῶν ὑπὲρ νοῦν δωρεῶν.
Τὸν τῆς Νηστείας καιρόν, φαιδρῶς ἀπαρξώμεθα,
πρὸς ἀγῶνας πνευματικοὺς ἑαυτοὺς ὑποβάλλοντες·
ἁγνίσωμεν τὴν ψυχήν, τὴν σάρκα καθάρωμεν·
νηστεύσωμεν ὥσπερ ἐν τοῖς βρώμασιν ἐκ παντὸς πάθους,
τὰς ἀρετὰς τρυφῶντες τοῦ Πνεύματος·
ἐν αἶς διατελοῦντες πόθῳ, ἀξιωθείημεν πάντες,
κατιδεῖν τὸ πάνσεπτον Πάθος Χριστοῦ τοῦ Θεοῦ,
καὶ τὸ ἅγιον Πάσχα, πνευματικῶς ἐναγαλλιώμενοι.
Ὕμνοι Τριωδίου
Πηγή: Τριώδιον, «Φῶς», σελ. 76
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου