Κάθισμα. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.
Τοῦ Ἰησοῦ γεννηθέντος ἐκ Παρθένου Μαρίας,
καὶ ἐν Ἰορδάνῃ βαπτισθέντος ὑπὸ Ἰωάννου,
τὸ πνεῦμα κατῆλθεν ἐπ΄ αὐτόν,
ὁρώμενον ἐν εἴδει περιστερᾶς·
διὰ τοῦτο ὁ Προφήτης, σὺν τοῖς Ἀγγέλοις
ἔλεγε κραυγάζων·
Δόξα τῇ παρουσία σου Χριστέ·
δόξα τῇ βασιλείᾳ σου·
δόξα τῇ οἰκονομία σου μόνε Φιλάνθρωπε.
Ὕμνοι Ἰανουαρίου
Πηγή: Μηναῖον Ἰανουαρίου, Ἐκκλησιαστική Βιβλιοθήκη «ΦΩΣ», σελ. 154.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου