Παρασκευή 9 Μαΐου 2014

Ὁ Κύριος τονώνει τὸν ἀπηλπισμένον αἰχμάλωτον λαόν Του. - Ἅγιος Προφήτης Ἡσαΐας

 

Ἡσαΐας, να' 1-6

1 Ακούσατέ μου, οἱ διώκοντες τὸ δίκαιον καὶ ζητοῦντες τὸν Κύριον, ἐμβλέψατε εἰς τὴν στερεὰν πέτραν, ἣν ἐλατομήσατε, καὶ εἰς τὸν βόθυνον τοῦ λάκκου, ὃν ὠρύξατε. 

 

2 ἐμβλέψατε εἰς ῾Αβραὰμ τὸν πατέρα ὑμῶν καὶ εἰς Σάρραν τὴν ὠδίνουσαν ὑμᾶς· ὅτι εἷς ἦν, καὶ ἐκάλεσα αὐτὸν καὶ εὐλόγησα αὐτὸν καὶ ἠγάπησα αὐτὸν καὶ ἐπλήθυνα αὐτόν. 

 

3 καὶ σὲ νῦν παρακαλέσω, Σιών, καὶ παρεκάλεσα πάντα τὰ ἔρημα αὐτῆς καὶ θήσω τὰ ἔρημα αὐτῆς ὡς παράδεισον Κυρίου· εὐφροσύνην καὶ ἀγαλλίαμα εὑρήσουσιν ἐν αὐτῇ, ἐξομολόγησιν καὶ φωνὴν αἰνέσεως. 

 

4 ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς, πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ᾿ ἐμοῦ ἐξελεύσεται καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. 

 

5 ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου καὶ εἰς τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν· ἐμὲ νῆσοι ὑπομενοῦσι καὶ εἰς τὸν βραχίονά μου ἐλπιοῦσιν. 

 

6 ἄρατε εἰς τὸν οὐρανὸν τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἐμβλέψατέ εἰς τὴν γῆν κάτω, ὅτι ὁ οὐρανὸς ὡς καπνὸς ἐστερεώθη, ἡ δὲ γῆ ὡς ἱμάτιον παλαιωθήσεται, οἱ δὲ κατοικοῦντες τὴν γῆν ὥσπερ ταῦτα ἀποθανοῦνται, τὸ δὲ σωτήριόν μου εἰς τὸν αἰῶνα ἔσται, ἡ δὲ δικαιοσύνη μου οὐ μὴ ἐκλίπῃ.

 

Ἑρμηνεία Π. Ν. Τρεμπέλα

 

1 Ἀκούσατε με σεῖς, ποὺ ἐπιδιώκετε τὴν δικαιοσύνην καὶ ζητεῖτε τὸν Κύριον, ἐπικαλούμενοι τὴν βοήθειάν καὶ προστασίαν Αὐτοῦ. Παρατηρήσατε τὴν στερεὰν καὶ ἄγονον πέτραν, ἀπὸ τὴν ὁποίαν ἐλατομήθητε, καὶ τὸ βάθος τοῦ λάκκου, ἀπὸ τὸν ὁποῖον ἀνωρύχθητε.

 

2 Παρατηρήσατε τὸν Ἀβραὰμ τὸν προπάτορά σας καὶ τὴν Σάρραν, ἡ ὁποία σᾶς ἐγέννησε. Διότι ἦτο ἕνας, καὶ ἐκάλεσα αὐτὸν καὶ τὸν ηὐλόγησα καὶ τὸν ἡγάπησα καὶ τὸν ἐπλήθυνα.

 

3 Καὶ σὲ τώρα θὰ παρηγορήσω, ὦ Σιών. Καὶ θὰ παρηγορήσω τὴν ἁγίαν πόλιν μου, ἀποκαθιστῶν ὅλα τὰ ἐρημωθέντα μέρη της, καὶ θὰ μεταβάλω τὰς ἐρήμους της εἰς παράδεισον Κυρίου. Οἱ κάτοικοί της θὰ εὕρουν εὐφροσύνην καὶ ἀγαλλίασιν ἐν μέσῳ αὐτῆς, δοξολογίαν καὶ φωνὴν αἰνέσεως. 

 

4 Ἀκούσατέ με, ἀκούσατέ με, ὦ λαέ μου, καὶ οἱ βασιλεῖς εἰς Ἐμὲ ἀνοίξατε τὰ ὦτα σας, διότι θὰ ἐξέλθῃ ἐξ Ἐμοῦ νόμος νέος καὶ ὁ ὑπὸ δικαιοσύνης καὶ πάσης ἀρετῆς χαρακτηριζόμενος νόμος οὗτος θὰ ἀποβῇ εἰς φωτισμὸν τῶν ἐθνῶν. 

 

5 Πλησιάζει γρήγορα νὰ ἔλθῃ ἡ ἐκδήλωσις καὶ ἐπιβολὴ τῆς δικαιοσύνης μου, καὶ θὰ λάμψῃ τότε ὡσὰν φῶς ἡ σωτηρία μου. Καὶ εἰς τὴν ἐκδήλωσιν τῆς ἀκατανικήτου δυνάμεως τοῦ βραχίονός μου θὰ ἐλπίσουν ἔθνη· Ἐμὲ θὰ ἀναμένουν αἱ ἐκπροσωποῦσαι τὸν εἰδωλολατρικὸν κόσμον νῆσοι καὶ εἰς τὴν δύναμιν μου θὰ ἐλπίζουν. 

 

6 Σηκώσατε τὰ μάτια σας εἰς τὸν οὐρανὸν καὶ παρατηρήσατε εἰς τὴν γῆν κάτω, καὶ ἴδετε ὅτι ὁ οὐρανὸς ὡσὰν καπνὸς εὐκόλως διαλυόμενος ἐστερεώθη, ἡ δὲ γῆ ὡσὰν ροῦχον θὰ παλαιωθῇ· καὶ οἱ κατοικοῦντες τὴν γῆν, ὡσὰν αὐτά, ἤτοι ὡσὰν τὸν οὐρανὸν καὶ τὴν γῆν, θὰ ἀποθάνουν· ἡ σωτηρία ὅμως, τὴν ὁποίαν παρέχω εἰς τὸν λαόν μου, θὰ εἶναι αἰώνια, ἡ δὲ δικαιοσύνη μου δὲν θὰ λείψῃ ποτέ.

Ἅγιος Προφήτης Ἡσαΐας 

Πηγή: Παλαιὰ Διαθήκη, «Ὁ Σωτήρ», Τόμος 16ος, σελ. 387-388.

Δεν υπάρχουν σχόλια: