Πέμπτη 29 Μαΐου 2014

Χριστὸς ἀνελήφθη!

Εὐαγγέλιο κατὰ Λουκᾶν κδ' 36-53.

36 Ταῦτα δὲ αὐτῶν λαλούντων αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν καὶ λέγει αὐτοῖς· εἰρήνη ὑμῖν. 

37 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. 

38 καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; 

39 ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. 

40 καὶ τοῦτο εἰπὼν ἐπέδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας. 

41 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; 

42 οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, 

43 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν. 

44 εἶπε δὲ αὐτοῖς· οὗτοι οἱ λόγοι οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως καὶ προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. 

45 τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, 

46 καὶ εἶπεν αὐτοῖς ὅτι οὕτω γέγραπται καὶ οὕτως ἔδει παθεῖν τὸν Χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, 

47 καὶ κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη, ἀρξάμενον ἀπὸ Ἱερουσαλήμ. 

48 ὑμεῖς δέ ἐστε μάρτυρες τούτων. 

49 καὶ ἰδοὺ ἐγὼ ἀποστέλλω τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφ' ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ πόλει Ἱερουσαλήμ ἕως οὗ ἐνδύσησθε δύναμιν ἐξ ὕψους.

 50 Ἐξήγαγε δὲ αὐτοὺς ἔξω ἕως εἰς Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς.

51 καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπ' αὐτῶν καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν. 

52 καὶ αὐτοὶ προσκυνήσαντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ μετὰ χαρᾶς μεγάλης,

53 καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ αἰνοῦντες καὶ εὐλογοῦντες τὸν Θεόν. Ἀμήν. 

Πηγές: myriobiblos.gr & Καινὴ Διαθήκη, σελ. 362-364.

Δεν υπάρχουν σχόλια:


Ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. Ἰησοῦς Χριστός - (Λουκ. ι' 3).

Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. Ἰησοῦς Χριστός - (Ἰωάν. η' 12).

Σᾶς εὐχαριστοῦμε.

Ἐν Χριστῷ ἐπικοινωνία

mariapmp@weboikos.com

Ἡ ἀπροσωπόληπτη γνώμη σας θά μᾶς βοηθήσει νά βελτιωθοῦμε.


Ἄν θέλετε κάποιο κείμενο ἤ ποίημα γιὰ ἀναδημοσίευση μπορεῖτε νὰ ἐπικοινωνήσετε μαζί μας.

* * * * * * * * * * * * * * * * * * * * * *
Κύριε Ἰησοῦ Χριστέ, εὐλόγησε τοὺς
ἐπισκέπτες τοῦ ἱστολογίου αὐτοῦ
καὶ ὁδήγησέ μας ὅλους στὴν ὁδό
τῆς Θεογνωσίας, αὐτογνωσίας,
μετανοίας καὶ σωτηρίας.


* * * * * * * * * * * * * * * * * * * * * *


Ἑλλάς: ἡ χώρα τῶν Ἁγίων & τῶν Ἡρώων

Ἑλλάς: ἡ χώρα τῶν Ἁγίων & τῶν Ἡρώων

.

.
Οἱ Ἅγιοι Τρεῖς Ἱεράρχες

.

.
Ἡ ἁγία οἱκογένεια τοῦ Μεγάλου Βασιλείου!

ΟΙ ΗΡΩΕΣ ΤΗΣ ΛΕΥΤΕΡΙΑΣ

ΟΙ ΗΡΩΕΣ ΤΗΣ ΛΕΥΤΕΡΙΑΣ

ΟΙ ΑΠΟΓΟΝΟΙ ΤΩΝ ΗΡΩΩΝ

ΟΙ ΑΠΟΓΟΝΟΙ ΤΩΝ ΗΡΩΩΝ
25η Μαρτίου 2016.