ΓΕΡ. Ἐν ταῖς ἀρχαῖς τοῦ Χριστιανισμοῦ πολλὰ καὶ ποικίλα ἐλέγοντο τὰ χαρίσματα τοῦ Ἁγίου Πνεύματος· ἄλλῳ ἐδίδετο προφητείας χάρισμα, καὶ προέλεγε τὰ μέλλοντα, ἄλλῳ Σοφίας, καὶ ἐδίδασκε πολλούς, ἄλλῳ Γνώσεως, ἄλλῳ Πίστεως, ἄλλῳ Ἰαμάτων, καὶ ἐθεράπευε τοὺς ἀσθενοῦντας, ἄλλῳ Δυνάμεων, καὶ ἤγειρε νεκρούς, καὶ ἄλλῳ Γλωσσῶν, καὶ ἐλάλει πολλὰς γλώσσας· ἦτον καὶ χάρισμα τῆς Εὐχῆς, καὶ ὁ ἔχων τοῦτο ἐδέετο ὑπὲρ τοῦ λαοῦ, ὡς τώρα πράττει ὁ Διάκονος ἐκ μέρους τοῦ λαοῦ εὐχόμενος.
Κυρίως δὲ ἑπτὰ λέγονται τὰ χαρίσματα τοῦ Ἁγίου Πνεύματος.
Πρῶτον Πνεῦμα φόβου Θεοῦ, ἡ ἀποχὴ τῶν κακῶν.
Δεύτερον Ἰσχύος, ἡ πράξις τῶν ἀγαθῶν,
Τρίτον Βουλῆς, ἡ διάκρισις τῶν ἐναντίων δυνάμεων.
Τέταρτον Ἐπιστήμης· ἡ καθαρὰ καὶ ἀνόθευτος εἴδησις τῶν πρεπόντων καὶ καθηκόντων.
Πέμπτον Γνώσεως, ἡ περίληψις καὶ στόχασις κατὰ τὴν ἐνέργειαν τῶν ἐν ταῖς ἀρεταῖς Θείων λόγων, νὰ μὴ πλανᾶσαι εἰς δεισιδαιμονίας καὶ αἱρέσεις.
Ἔκτον Συνέσεως, ἡ συνδιάθεσις καὶ συγκατάθεσις τῆς ψυχῆς εἰς ὅσα ἐγνώρισε καλῶς.
Ἕβδομον Πνεῦμα Σοφίας, ἡ γνησία ἕνωσις τῶν Ἐναρέτων πρὸς τὸν Θεόν, τῶν ὁποίων ὁ πόθος τοῦ Θεοῦ ἀπόλαυσις γίνεται Θεοῦ, καὶ θεοποιεῖται κατὰ χάριν ὁ τοιοῦτος.
Θεόφιλος ἐξ Ἰωαννίνων
Ἐπίσκοπος Καμπανίας
Κεφάλαιον Η'
Πηγή: Ταμεῖον Ὀρθοδοξίας, Θεοφίλου ἐξ Ἰωαννίνων ἘΠισκόπου Καμπανίας, «Βασ. Ρηγόπουλος», σελ. 23.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου