Τοῦ Πέτρου συνέκδημος, καὶ κοινωνὸς ἱερός,
τοῦ Λόγου διάκονος, καὶ ὑποφήτης σοφός,
ἐδείχθης Ἀπόστολε·
ὅθεν τὸ τοῦ Σωτῆρος, Εὐαγγέλιον θεῖον,
Μᾶρκε διαχαράττεις, ὡς οὐράνιος μύστης·
διὸ Εὐαγγελιστά σε, πόθῳ γεραίρομεν.
Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Ἐξ ὕψους λαβών, τὴν χάριν τὴν τοῦ Πνεύματος,
ῥητόρων πλοκάς, διέλυσας Ἀπόστολε,
καὶ τὰ ἔθνη ἅπαντα, σαγηνεύσας Μᾶρκε παναοίδιμε,
τῷ σῷ Δεσπότῃ προσήγαγες, τὸ θεῖον κηρύξας Εὐαγγέλιον.
Μεγαλυνάριον.
Πέτρῳ τῷ θεόπτῃ μαθητευθείς,
τῶν ὑπερκοσμίων, ἐχρημάτισας μυητής·
ὅθεν τοῦ Σωτῆρος, ἡμῖν εὐηγγελίσω,
ὦ Μᾶρκε θεηγόρε, τὴν συγκατάβασιν.
Γεράσιμος Μοναχὸς Μικραγιαννανίτης
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας
Πηγή: Νέος Ἑνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, σελ. 302.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου