Σάββατο 8 Μαρτίου 2014

Μεθ' ἠμῶν ὁ Θεός

Μεθ' ἡμῶν ὁ Θεός, γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε,ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Ἐπακούσατε ἕως ἐσχάτου τῆς γῆς.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Ἰσχυκότες ἡττᾶσθε.
 Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Ἐάν γὰρ πάλιν ἰσχύσητε, καὶ πάλιν ἡττηθήσεσθε.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ ἣν ἂν βουλὴν βουλεύσησθε, διασκεδάσει Κύριος.
  Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ λόγον, ὃν ἐὰν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν.
 Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Τὸν δὲ φόβον ὑμῶν οὐ μή φοβηθῶμεν, οὐδ' οὐ μὴ ταραχθῶμεν.
 Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Κύριον δὲ τὸν Θεὸν ἡμῶν αὐτὸν ἁγιάσωμεν καὶ αὐτὸς ἔσται ἡμῖν φόβος.
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθώς ᾦ, ἔσται μοι εἰς ἁγιασμόν.
 Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ πεποιθώς ἔσομαι ἐπ' αὐτῷ, καὶ σωθήσομαι δι`αὐτοῦ.
 Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Ἰδοῦ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός.
 Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Ὁ λαός, ὁ πορευόμενος ἐν σκότει, εἶδε φῶς μέγα.
 Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Οἱ κατοικοῦντες ἐν χώρᾳ, καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ' ἡμᾶς.
 Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, Υἱός, καὶ ἐδόθη ἡμῖν.
 Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ.
 Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον. 
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης Βουλῆς Ἄγγελος. 
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Θαυμαστὸς σύμβουλος.  
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Θεὸς ἰσχυρός, ἐξουσιαστής, ἄρχων εἰρήνης. 
 Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Πατὴρ τοῦ μέλλοντος αἰώνος. 
 Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
Δόξα Πατρὶ καὶ Υἰῷ καὶ Ἁγίῳ Πνεύματι.  
Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
 Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
 Ὅτι μεθ' ἡμῶν ὁ Θεός.
 Μεθ' ἡμῶν ὁ Θεός, γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε, ὅτι μεθ' ἡμῶν ὁ Θεός.

Ὁ π. Νικόδημος Καβαρνὸς ψάλλει ἐξαίσια τὸν ὕμνο.
 http://www.youtube.com/watch?v=asAbZ5Mdgms

Πηγή: Ἱερά Σύνοψις, Ἀστήρ, σελ. 64

Δεν υπάρχουν σχόλια:


Ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. Ἰησοῦς Χριστός - (Λουκ. ι' 3).

Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. Ἰησοῦς Χριστός - (Ἰωάν. η' 12).

Σᾶς εὐχαριστοῦμε.

Ἐν Χριστῷ ἐπικοινωνία

mariapmp@weboikos.com

Ἡ ἀπροσωπόληπτη γνώμη σας θά μᾶς βοηθήσει νά βελτιωθοῦμε.


Ἄν θέλετε κάποιο κείμενο ἤ ποίημα γιὰ ἀναδημοσίευση μπορεῖτε νὰ ἐπικοινωνήσετε μαζί μας.

* * * * * * * * * * * * * * * * * * * * * *
Κύριε Ἰησοῦ Χριστέ, εὐλόγησε τοὺς
ἐπισκέπτες τοῦ ἱστολογίου αὐτοῦ
καὶ ὁδήγησέ μας ὅλους στὴν ὁδό
τῆς Θεογνωσίας, αὐτογνωσίας,
μετανοίας καὶ σωτηρίας.


* * * * * * * * * * * * * * * * * * * * * *


Ἑλλάς: ἡ χώρα τῶν Ἁγίων & τῶν Ἡρώων

Ἑλλάς: ἡ χώρα τῶν Ἁγίων & τῶν Ἡρώων

.

.
Οἱ Ἅγιοι Τρεῖς Ἱεράρχες

.

.
Ἡ ἁγία οἱκογένεια τοῦ Μεγάλου Βασιλείου!

ΟΙ ΗΡΩΕΣ ΤΗΣ ΛΕΥΤΕΡΙΑΣ

ΟΙ ΗΡΩΕΣ ΤΗΣ ΛΕΥΤΕΡΙΑΣ

ΟΙ ΑΠΟΓΟΝΟΙ ΤΩΝ ΗΡΩΩΝ

ΟΙ ΑΠΟΓΟΝΟΙ ΤΩΝ ΗΡΩΩΝ
25η Μαρτίου 2016.