![]() |
| Τὰ πάντα ἐποίησε γιὰ τὸν ἄνθρωπο! |
Τῇ αὐτῇ ἡμέρα ἑσπέρας
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀγαθὲ καὶ φιλάνθρωπε,
ὁ δι' ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν
ἐκ τῆς ἀειπαρθένου Μαρίας γεννηθείς,
καὶ τῇ ὀγδόῃ ἡμέρᾳ καταδεξάμενος
σαρκὶ περιτμηθῆναι, καὶ Ἰησοῦς ὀνομασθῆναι·
εὐδόκησον, δεόμεθά σου, ἵνα
τὸ πανάγιον καὶ γλυκύτατον σου ὄνομα,
ἐν ᾧ πᾶν γόνυ κάμπτει ἐπουρανίων καὶ
ἐπιγείων καὶ καταχθονίων,
ἡμῖν τοῖς πιστοῖς εἴη ἀγαπητὸν καὶ ποθούμενον,
τοῖς δὲ πονηροῖς πνεύμασι φοβερὸν καὶ ἀποτρόπαιον·
ὅπως μετὰ πίστεως καὶ εὐλαβείας ὑφ' ἡμῶν μελετώμενον καθ' ἑκάστην,
τὴν τῆς ἀληθινῆς παραμυθίας* γλυκύτητα ἐν αὐτῷ αἰσθανόμενοι,
δυνηθῶμεν τὴν γενομένην ἡμῖν ἐκ τῶν ἁμαρτιῶν ἡμῶν κατήφειαν
πόρρω τῶν καρδιῶν ἡμῶν ἀπελαύνειν.
Ὅτι ηὐλόγηταί σου τὸ ὄνομα, καὶ δεδόξασταί σου ἡ βασιλεία,
νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἱερομόναχος Ἄνθιμος Δρόσος Βρυέννιος
Πηγή: Μέγα Προσευχητάριο, Α. Σιμωνώφ, σελ. 563.
_______________________
* παραμυθία: παρηγορία

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου