Δευτέρα 9 Δεκεμβρίου 2013

Πρὸς τιμὴν τῆς Ἁγίας Θεοπρομήτορος Ἄννης


Ἀπολυτίκιον. Ἦχος δ'. 
Σήμερον τῆς ἀτεκνίας δεσμά διαλύονται· 
τοῦ Ἰωακεὶμ γὰρ καὶ τῆς Ἄννης, εἰσακούων Θεός,
παρ' ἐλπίδα τεκεῖν αὐτούς, σαφῶς ὑπισχνεῖται Θεόπαιδα, 
ἐξ ἧς αὐτὸς ἐτέχθη ὁ ἀπερίγραπτος, βροτός γεγονώς, 
δι' Ἀγγέλου κελεύσας βοῆσαι αὐτῇ·
χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ. 


Ἕτερον. Ἦχος α'. 
Βουλῇ τῇ θεϊκῇ, ἡ θεόκλητος Ἄννα, 
δεσμῶν στειρωτικῶν, λυτρωθεῖσα ἐν γήρᾳ, 
ἀξίως συνέλαβε, τὴν τὸν Λόγον κυήσασαν·
ἣν θεώμενος, Ἰωακείμ ὁ θεόφρων, ἀνεβόησε·
Τὶς ἀνυμνήσει Οἰκτίρμον, βυθὸν τῆς προνοίας σου; 


Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Ἐορτάζει σήμερον ἡ οἰκουμένη, 
τὴν τῆς Ἄννης σύλληψιν, γεγενημένην ἐκ Θεοῦ·
καὶ γὰρ αὐτὴ ἀπεκύησε, 
τὴν ὑπὲρ λόγον τὸν Λόγον κυήσασαν.


Ἕτερον. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ.
Τὴν θεοχάλκευτον λυχνίαν καί ἑπτάφωτον
Τῇ θεϊκῇ ἐπαγγελίᾳ ἐκομίσασθε
Ἰωακείμ τε καὶ Ἄννα μετ' εὐφροσύνης.
Ἀλλ' ὡς θεῖοι τοῦ Παντάνακτος Προπάτορες
Ἀπὸ πάσης ἡμᾶς ῥύσασθε κακώσεως
Τούς κραυγάζοντας, χαίροις ζεῦγος θεόλεκτον.


Μεγαλυνάριον.
Σήμερον ἡ Ἄννα ἡ εὐκλεής, 
φύσεως τοῖς νόμοις, συλλαμβάνει θείᾳ βουλῇ,
τὴν τὸν Θεὸν Λόγον, ὑπερφυῶς τεκοῦσαν·
τὴν σύλληψιν οὖν ταύτης φαιδρῶς αἰνέσωμεν.  

Γεράσιμος Μοναχός Μικραγιαννανίτης 
Ὑμνογράφος τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας 

Πηγή: Νέος Ἑνιαύσιος Στέφανος,Γερασίμου Μοναχού Μικραγιαννανίτου, σελ. 146.

Δεν υπάρχουν σχόλια:


Ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. Ἰησοῦς Χριστός - (Λουκ. ι' 3).

Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. Ἰησοῦς Χριστός - (Ἰωάν. η' 12).

Σᾶς εὐχαριστοῦμε.

Ἐν Χριστῷ ἐπικοινωνία

mariapmp@weboikos.com

Ἡ ἀπροσωπόληπτη γνώμη σας θά μᾶς βοηθήσει νά βελτιωθοῦμε.


Ἄν θέλετε κάποιο κείμενο ἤ ποίημα γιὰ ἀναδημοσίευση μπορεῖτε νὰ ἐπικοινωνήσετε μαζί μας.

* * * * * * * * * * * * * * * * * * * * * *
Κύριε Ἰησοῦ Χριστέ, εὐλόγησε τοὺς
ἐπισκέπτες τοῦ ἱστολογίου αὐτοῦ
καὶ ὁδήγησέ μας ὅλους στὴν ὁδό
τῆς Θεογνωσίας, αὐτογνωσίας,
μετανοίας καὶ σωτηρίας.


* * * * * * * * * * * * * * * * * * * * * *


Ἑλλάς: ἡ χώρα τῶν Ἁγίων & τῶν Ἡρώων

Ἑλλάς: ἡ χώρα τῶν Ἁγίων & τῶν Ἡρώων

.

.
Οἱ Ἅγιοι Τρεῖς Ἱεράρχες

.

.
Ἡ ἁγία οἱκογένεια τοῦ Μεγάλου Βασιλείου!

ΟΙ ΗΡΩΕΣ ΤΗΣ ΛΕΥΤΕΡΙΑΣ

ΟΙ ΗΡΩΕΣ ΤΗΣ ΛΕΥΤΕΡΙΑΣ

ΟΙ ΑΠΟΓΟΝΟΙ ΤΩΝ ΗΡΩΩΝ

ΟΙ ΑΠΟΓΟΝΟΙ ΤΩΝ ΗΡΩΩΝ
25η Μαρτίου 2016.