Δόξα. Ἦχος πλ. β'
Σήμερον ἡ ἀόρατος φύσις, τοῖς βροτοῖς ἐκ Παρθένου συνάπτεται.
Σήμερον ἡ ἄπειρος οὐσία, ἐν Βηθλεὲμ σπαργάνοις ἐνειλίσσεται.
Σήμερον ὁ Θεὸς δι' ἀστέρος Μάγους εἰς προσκύνησιν ἄγει,
προμηνύοντας αὐτοῦ τὴν τριήμερον ταφήν,
ὡς ἐν χρυσῷ καὶ σμύρνῃ καὶ λιβάνῳ·
διό ψάλλομεν· Ὁ σαρκωθεὶς ἐκ Παρθένου,
Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Ἦχος β'.
Σήμερον ὁ Χριστός, ἐν Βηθλεέμ γεννᾶται ἐκ Παρθένου.
Σήμερον ὁ ἄναρχος ἄρχεται, καὶ ὁ Λόγος σαρκοῦται.
Αἰ Δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται,
καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται.
Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν·
οἱ Ποιμένες τὸ θαῦμα θαυμάζουσιν·
ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν·
Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη,
ἐν ἀνθρώποις εὐδοκία.
Θεοτοκίον.
Ἐκ σοῦ τῆς Ὑπεραγίας σήμερον,
ὁ τοῦ παντὸς Ποιητής,
σωματικῶς γεννᾶται καθ' ἡμᾶς,
καὶ σπαργάνοις εἱλίσσεται,
ὁ σπαργανώσας θάλασσαν,
ὁμίχλῃ Μήτηρ ἀειπάρθενε.
Πηγή: Μηναῖον Δεκεμβρίου, σελ. 405-406.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου