Δεῦτε καὶ θεάσασθε ἅπαντες ξένον θέαμα καὶ παράδοξον·
Τίς ἑώρακε νήπιον, τριετῆ ὄντα, τύραννον αἰσχύναντα;
ὣ τοῦ θαύματος! Μητέρα ἐθήλαζε,
καὶ τιθηνούμενος τῇ γαλουχῷ ἐβόα·
Μὴ πτοοῦ μῆτέρ μου, τὰς ἀπειλὰς τοῦ δεινοῦ κοσμοκράτορος·
Χριστὸς γάρ ἐστιν ἡ ἐλπὶς τῶν πιστευόντων εἰς αὐτόν.
Ἀπολυτίκιον. Ἦχος δ' .
Ἡ λογικὴ Χριστοῦ ἀμνὰς Ἰουλίττα,
σὺν τριετεῖ ἀμνῷ αὐτῆς τῷ Κηρύκῳ,
δικαστικοῦ πρὸ βήματος παρέστησαν,
εὐθαρσῶς κηρύττοντες, τὴν Χριστώνυμον κλῆσιν·
οὐδόλως ἐπτοήθησαν ἀπειλὰς τῶν τυράννων·
οὐδόλως ἐπτοήθησαν ἀπειλὰς τῶν τυράννων·
καὶ στεφηφόροι νῦν ἐν οὐρανοῖς,
ἀγαλλιῶνται, Χριστῷ παριστάμενοι.
ἀγαλλιῶνται, Χριστῷ παριστάμενοι.
Δόξα. Ἦχος β' .
Νήπιος ἀνεφάνης ἐν Μάρτυσι,
τέλειος ἐδείχθης τῷ φρονήματι·
ἀφ' οὗ τὸν ἄναρχον Λόγον ἐδέξω Πανεύφημε,
τὸ πῦρ οὐκ ἐδειλίασας τῶν παρανόμων.
Σὺν τῇ μητρί σου τὸν Κτίστην ἱκέτευε,
ἵνα σώσῃ ὡς Σωτὴρ τὰς ψυχὰς ἡμῶν.
Ὕμνοι Μηναῖου Ἰουλίου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου