Τὴν ἕκτην τῶν σεπτῶν, Νηστειῶν Ἑβδομάδα,
προθύμως ἀπαρχόμενοι, Κυρίῳ, προεόρτιον ὕμνον,
τῶν Βαΐων ᾄσωμεν πιστοί, ἐρχομένῳ ἐν δόξῃ,
δυνάμει Θεότητος, ἐπὶ τὴν Ἰερουσαλήμ,
νεκρῶσαι τὸν Θάνατον· διὸ ἑτοιμάσωμεν εὐσεβῶς,
τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν ἀρετῶν,
τὸ Ὡσαννὰ ἐκβοῆσαι, τῷ Ποιητῇ τοῦ παντός.
Ὕμνοι Τριωδίου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου