Παρασκευή 18 Οκτωβρίου 2013

Πρὸς τιμὴν τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Λουκᾶ

Ὁ Ἅγιος Λουκᾶς ἁγιογραφεῖ τὴν Παναγία
Ὁ Ἅγιος Ἀπόστολος κι Εὐαγγελιστής Λουκᾶς


Ἀπολυτίκιον Ἦχος δ'. Ταχύ προκατάλαβε.
Ἀκέστωρ σοφώτατος, ἱερομύστα Λουκᾶ, 
ζωγράφος πανάριστος, τῆς Θεοτόκου μητρός, 
ἐδείχθης Ἀπόστολε· 
ἔγραψας μάκαρ λόγους, διὰ Πνεύματος θείου·
ἔδωκας ἐννοῆσαι, συγκατάβασιν ἄκραν, 
Χριστοῦ τῆς παρουσίας· 
διὸ πρέσβευε σωθῆναι ἡμᾶς.


Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.
Μαθητὴς γενόμενος τοῦ Θεοῦ Λόγου, 
σὺν τῷ Παύλὼ ἅπασαν, 
ἐφωταγώγησας τὴν γῆν, 
καὶ τὴν ἀχλὺν ἀπεδίωξας, 
τὸ θεῖον γράψας, Χριστοῦ Εὐαγγέλιον.


Μεγαλυνάριον.
Μακαρίζομέν σου τήν δεξιάν, 
Λουκᾶ θεηγόρε, δι' ἧς ἔχομεν οἱ πιστοί,
τὰς τοῦ Θεοῦ Λόγου, διττὰς ἁγίας πλάκας, 
καὶ τὴν σεπτὴν εἶκόνα τῆς Θεομήτορος.

Πηγή: Νέος Ἑνιαύσιος Στέφανος,
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου, 
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, σελ. 79.

Δεν υπάρχουν σχόλια: