Σάββατο 14 Σεπτεμβρίου 2013

Σταυρὸς τὸ ἀήττητον τρόπαιον

Ἡ παγκόσμιος Ὕψωσις τοῦ Τιμίου Σταυροῦ

Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ ζωηφόρος Σταυρός, 
τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον, 
ἡ θύρα τοῦ Παραδείσου, 
ὁ τῶν πιστῶν στηριγμός, 
τὸ τῆς Ἐκκλησίας περιτείχισμα· 
δι' οὗ ἐξηφάνισται, ἡ φθορὰ καὶ κατήργηται, 
καὶ κατεπόθη, τοῦ θανάτου ἡ δύναμις, 
καὶ ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια. 
Ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, 
δόξα Μαρτύρων Ὁσίων,
 ὡς ἀληθῶς ἐγκαλλώπισμα, 
λιμὴν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμῳ 
τὸ μέγα ἔλεος.

Ὕμνος Μηναίου Σεπτεμβρίου

Δεν υπάρχουν σχόλια: