![]() |
Ἡ ἁγία Ζώνη τῆς Θεοτόκου |
Δόξα, καὶ νῦν. Ἦχος β' .
Ὡς στέφανον ὑπέρλαμπρον, πανάχραντε Θεοτόκε,
τὴν ζώνην σου τὴν ἁγίαν, ἡ Ἐκκλησία τοῦ Θεοῦ περιέθετο·
καὶ φαιδρύνεται χαίρουσα σήμερον,
καὶ μυστικῶς χορεύει, Δέσποινα ἐκβοῶσά σοι·
Χαῖρε διάδημα τίμιον, καὶ στέφανε θείας δόξης·
χαῖρε ἡ μόνη δόξα τοῦ πληρώματος, καὶ αἰώνιος εὐφροσύνη·
χαῖρε τῶν εἰς σὲ προστρεχόντων,
λιμὴν καὶ προστασία, καὶ σωτηρία ἡμῶν.
Ἦχος δ'. Ἔδωκας σημείωσιν.
Περίζωσον δύναμιν, ἡμᾶς Παρθένε τῇ Ζώνῃ σου,
κατ' ἐχθρῶν ἐνισχύουσα, πάθη ὑποτάττουσα,
κατατυραννοῦντα, καὶ ἐκπολεμοῦντα,
καὶ νικητήρια ἡμῖν, δι' ἀπαθείας ἀεὶ παρέχουσα,
τοῦ καθαρῶς δοξάζειν σε, καὶ τῷ Υἱῷ σου βοᾶν ἐκτενῶς·
Ἰησοῦ παντοδύναμε, σῶσον πάντας ὡς εὐσπλαχνος.
Ἀπολυτίκιον. Ἦχος πλ. δ' .
Θεοτόκε ἀειπάρθενε, τῶν ἀνθρώπων ἡ σκέπη,
Ἐσθῆτα καὶ Ζώνην τοῦ ἀχράντου σου σώματος,
κραταιὰν τῇ πόλει σου περιβολὴν ἐδωρήσω,
τῷ ἀσπόρῳ τόκῳ σου ἄφθαρτα διαμείναντα·
ἐπὶ σοὶ γάρ καὶ φύσις καινοτομεῖται καὶ χρόνος·
διὸ δυσωποῦμέν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι,
καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Κοντάκιον Ἦχος β' . Τὴν ἐν πρεσβείαις.
Τὴν θεοδόχον γαστέρα σου Θεοτόκε,
περιλαβοῦσα ἡ Ζώνη σου ἡ τιμία,
περιλαβοῦσα ἡ Ζώνη σου ἡ τιμία,
κράτος τῇ πόλει σου ἀπροσμάχητον,
καὶ θησαυρὸς ὑπάρχει,
καὶ θησαυρὸς ὑπάρχει,
τῶν ἀγαθῶν ἀνέκλειπτος,
ἡ μόνη τεκοῦσα Ἀειπάρθενος.
ἡ μόνη τεκοῦσα Ἀειπάρθενος.
Μεγαλυνάριον
Σύνδησον ἀγάπῃ εἰλικρινεῖ,
Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ,
Κεχαριτωμένη, Παντευλόγητε Μαριάμ,
τοὺς τῇ καταθέσει, τῆς σῆς παντίμου Ζώνης,
ὑμνοῦντας τὰς ἀπείρους, εὐεργεσίας σου.
ὑμνοῦντας τὰς ἀπείρους, εὐεργεσίας σου.
Πηγές: Μηναῖον Αὐγούστου, σελ. 298.
Νέος Ἐνιαύσιος Στέφανος, Γερασίμου Μοναχοῦ
Μικραγιαννανίτου, σελ. 443.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου