Ἀπολυτίκιον. Ἦχος α'. Τῆς ἐρήμου πολίτης.
Ἀγρευθεὶς οὐρανόθεν πρὸς εὐσέβειαν ἔνδοξε,
τῇ τοῦ σοὶ ὀφθέντος δυνάμει, δι' ἐλάφου Εὐστάθιε,
ποικίλους καθυπέστης πειρασμούς,
καὶ ἤστραψας ἐν ἄθλοις ἱεροῖς,
σὺν τῇ θείᾳ σου συμβίῳ καὶ τοῖς υἱοῖς,
φαιδρύνων τοὺς βοῶντάς σοι·
δόξα τῷ σέ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι,
δόξα τῷ δείξαντί σε ἐν παντί, Ἰώβ παμμάκαρ δεύτερον.
Κοντάκιον. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ.
Ὡς τῆς ἀνδρείας τοῦ Ἰὼβ ἔμψυχον ἄγαλμα
καὶ τῶν Μαρτύρων κοινωνὸν καὶ ἀκροθίνιον
Ἐπαξίως εὐφημοῦμέν σε Ἀθλοφόρε.
Ὡς ὁ Παῦλος γὰρ θεόκλητος γενόμενος
Ἐμεγάλυνας τὸν Λόγον δι' ἀθλήσεως·
Ὅθεν κράζομεν, χαίροις Μάρτυς Εὐστάθιε.
Μεγαλυνάριον.
Οὐρανόθεν μάκαρ καταυγασθείς, στήλη τῆς ἀνδρείας,
ἀνεδείχθης ἐν πειρασμοῖς, καὶ πανοικεσίᾳ,
Εὐστάθιε ἀθλήσας, τῆς ἄνω βασιλείας, ἀξίως ἔτυχες.
Πηγή: Νέος Ἐνιαύσιος Στέφανος,
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου,Ὑμνογράφου
τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, σελ. 42.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου