Τρίτη 17 Σεπτεμβρίου 2013

Πρὸς τιμὴν τῆς Ἁγίας Σοφίας καὶ τῶν τριῶν ἁγίων θυγατέρων της

Οἱ Ἁγίες Σοφία, Πίστη, ἘΛπίδα καὶ Ἀγάπη


ᾨδὴ ζ'. Σὲ νοητὴν Θεοτόκε.
Τρισσοφεγγεῖ ἑνιαίᾳ χάριτι, 
καταλαμπόμεναι σαφῶς, αἱ Παρθένοι δαιμονικήν,
ἔλυσαν σκοτόμαιναν, φῶς τὸ τρισυπόστατον, 
θεολογοῦσαι καὶ μέλπουσαι· 
Ὁ αἰνετὸς τῶν Πατέρων, 
Θεὸς καὶ ὑπερένδοξος.
 
Ἐν οὐρανοῖς τὰς παστάδας ἔχουσαι, 
λαμπαδηφόροι τῷ Χριστῷ, 
σὺν Ἀγγέλοις χαρμονικῶς, νῦν περιχορεύετε, 
δόξαν τὴν ἀΐδιον συνθεωροῦσαι καὶ μέλπουσαι· 
Ὁ αἰνετὸς τῶν Πατέρων, 
Θεὸς καὶ ὑπερένδοξος.

Καρτερικὴν ὡς οἱ Παῖδες ἔνστασιν, 
ἐπιδειξάμεναι τὸ πῦρ, κατεπάτησαν ἀνδρικῶς· 
τούτων γὰρ ἰσάριθμοι, γνώμην ἰσοστάσιον, 
αἱ θεοφόροι ἐκτήσαντο, 
τὸν αἰνετὸν τῶν Πατέρων, 
ἀεὶ Θεὸν δοξάζουσαι.

Ὕμνοι Μηναίου Σεπτεμβρίου  

Δεν υπάρχουν σχόλια: