Ὁ Θεὸς ὁ Ἅγιος, ὁ πλάσας ἐκ χοὸς τὸν ἄνθρωπον, καὶ ἐκ τῆς πλευρᾶς αὐτοῦ ἀνοικοδομήσας γυναῖκα καὶ συζεύξας αὐτῷ βοηθὸν κατ' αὐτόν, διὰ τὸ οὕτως ἀρέσαι τῇ σῇ μεγαλειότητι, μὴ μόνον εἶναι τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς· αὐτὸς καὶ νῦν, Δέσποτα, ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἅρμοσον τὸν δοῦλον σου (τόνδε) καὶ τὴν δούλην σου (τήνδε), ὅτι παρὰ σοῦ ἁρμόζεται ἀνδρὶ γυνή. Σύζευξον αὐτοὺς ἐν ὁμοφροσύνῃ, στεφάνωσον αὐτοὺς εἰς σάρκαν μίαν, χάρισαι αὐτοῖς καρπὸν κοιλίας, εὐτεκνίας ἀπόλαυσιν. Ὅτι σὸν τὸ κράτος καὶ σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγιου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἑρμηνεία
Ὁ Θεός ὁ ἅγιος, πού ἔπλασες ἀπό χῶμα τόν ἄνθρωπο καί ἀπό τήν πλευρά του δημιούργησες τή γυναίκα, καί τήν ἔδωσες σ' αὐτόν βοηθό, ἐπειδή ἔτσι ἄρεσε στή μεγαλειότητά σου, νά μήν εἶναι ὁ ἄνθρωπος μόνος πάνω στή γῆ. Ἐσύ καί τώρα, Δέσποτα, στεῖλε μακριά τό χέρι σου ἀπό τό ἅγιο κατοικητήριό σου καί συνένωσε τόν δοῦλο σου (τάδε) καί τή δούλη σου (τάδε), γιατί ἀπό σένα ἑνώνεται ἡ γυναίκα μέ τόν ἄνδρα. Συνένωσέ τους μέ ἑνότητα φρονήματος καί αἰσθημάτων· στεφάνωσέ τους σέ μία σάρκα· χάρισέ τους καρπό κοιλίας, ἀπόλαυση καλῶν παιδιῶν. Γιατί ἐσύ ἔχεις τήν ἐξουσία καί δική σου εἶναι ἡ βασιλεία καί ἡ δύναμη καί ἡ δόξα τοῦ Πατέρα καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος καί τώρα καί πάντοτε καί στούς ἀτέλειωτους αἰῶνες. Ἀμήν.
Πηγή: Ὁ ΓΑΜΟΣ
- Θεία Λατρεία καί Παιδεία,
Ἰωάννη Β.
Κογκούλη, Χρήστου Κ. Οἰκονόμου,
Παναγιώτη Ἰ.
Σκαλτσῆ, σελ. 92.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου