Τρίτη 6 Αυγούστου 2013

Φῶς Μεταμορφώσεως Σωτῆρος

Ἡ Μεταμόρφωσις τοῦ Σωτῆρος



Ἐξαποστειλάριον αὐτόμελον.
Φῶς ἀναλλοίωτον Λόγε, 
φωτὸς Πατρὸς ἀγεννήτου, 
ἐν τῷ φανέντι φωτί σου, 
σήμερον ἐν Θαβωρίῳ, 
φῶς εἴδομεν τὸν Πατέρα, 
φῶς καὶ τὸ Πνεῦμα, 
φωταγωγοῦν πᾶσαν Κτίσιν.


Δόξα καὶ νῦν. Ἦχος πλ. δ'. Βύζαντος.
Παρέλαβεν ὁ Χριστός, 
τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην 
εἰς ὄρος ὑψηλὸν κατ' ἰδίαν, 
καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν· 
καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ Ἥλιος, 
τὰ δὲ ἱμάτια αὐτοῦ, ἐγένετο λευκὰ  ὡς τὸ φῶς.
Καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας
 μετ' αὐτοῦ συλλαλοῦντες· 
καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, 
καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· 
Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, 
ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε. 


Δόξα, καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. β'. 
Προτυπῶν τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, 
τότε παραλαμβάνεις τοὺς τρεῖς σου Μαθητάς, 
Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. 
Σοῦ δὲ Σωτῆρ μεταμορφουμένου, 
τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο. 
Οἱ Μαθηταί σου Λόγε, ἔρριψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, 
μὴ φέροντὲς ὁρᾶν τὴν ἀθέατον μορφήν. 
Ἄγγελοι διηκόνουν φόβῳ και τρόμῳ· 
οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, 
ὁρῶντες ἐπὶ γῆς τῆς δόξης τὸν Κύριον. 

Ἀπολυτίκιον.Ἦχος βαρύς.
 Μετεμορφώθης ἐν τῷ ὄρει, Χριστὲ ὁ Θεός,
 δείξας τοῖς Μαθηταῖς σου, τὴν δόξαν σου καθὼς ἠδύναντο· 
λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, 
πρεσβείαις τῆς Θεοτόκου, Φωτοδότα δόξα σοι.

Ὕμνοι Μηναίου Αὐγούστου

Δεν υπάρχουν σχόλια: