Πέμπτη 25 Ιουλίου 2013

Τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, Μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου

Ἡ Ἁγία Ἄννα

Ἦχος α' .
Ὡ τοῦ παραδόξου θαύματος!
ἡ ζωῆς τὴν πηγήν, θαυμαστῶς κυήσασα, 
τὴν μόνην ἐν γυναιξίν, εὐλογημένην Ἁγνήν, 
μεθίσταται ἐκ ζωῆς, τῆς ἐπικήρου πρὸς τὴν ἀτελεύτητον, 
ἡ Ἄννα ἡ εὐκλεής, γῆθεν ἀρθεῖσα πρὸς τὰ οὐράνια, 
συνεφραινομένη δήμοις, τῶν Ἀγγέλων σήμερον·
ἥσπερ νῦν τὴν ἁγίαν, ἑορτάζομεν πανήγυριν.


Ἦχος α' .
Σήμερον φαιδρὰν πανήγυριν, τῶν πιστῶν χορείαι,
τῇ σεπτῇ κοιμήσει σου, τελοῦμεν πανευλαβῶς, 
ἐν θείῳ Πνεύματι· ἐφέστηκε γὰρ ἡμῖν, 
τῶν ἰαμάτων ἀστράπτουσα χάριτας,
καὶ φλέγουσα πονηρά, ἐναερίων πνευμάτων συστήματα, 
καί φωταγωγοῦσα φρένας, τῶν πιστῶς ὑμνούντων σου, 
ἀξιάγαστε Ἄννα, τὴν σεβάσμιον μετάστασιν.


Ἦχος β' .
Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί· 
δεῦτε ἑορτάσωμεν Ἄννης τὴν σεβάσμιον κοίμησιν·
καὶ γὰρ ἔτεκεν ὑπερφυῶς τὴν πηγὴν τῆς ζωῆς, 
Μαρίαν τὴν θεόπαιδα, ἐξ ἧς ἐτέχθη ὁ Λυτρωτής, 
ὁ φωτίζων, καὶ ἁγιάζων τὰς ψυχὰς ἡμῶν.


Ἦχος πλ. α' .
Χαίροις πεποθημένη Θεῷ, 
ἐκλελεγμένη ἁγιότητος, λάμψεσι, 
τοῦ νόμου δυὰς τιμία,  ἡ τὰς ἐμφάσεις καλῶς,
ἐν τῇ θείᾳ χάριτι μεθαρμονήσασα, 
Χριστὸν τὴν τεκοῦσαν, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν,
 αὐτοὶ τεκόντες, Ἰωακεὶμ ὁ θεόληπτος, 
καὶ ἡ ἔνθεος, Ἄννα ἡ πανσεβάσμιος·
λύχνοι οἱ ἀνατείλαντες, λαμπάδα τὴν ἄσκιον·
οἱ εὐθηνοῦντες τὴν χάριν, τὴν Θεοτόκον τὴν ἄχραντον·
μεθ' ἧς δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.


Ἀπολυτίκιον. Ἦχος δ' . Ταχὺ προκατάλαβε.
Ζωὴν τὴν κυήσασαν, ἐκυοφόρησας, 
ἀγνήν Θεομήτορα, θεόφρον Ἄννα· 
διὸ πρὸς λῆξιν οὐράνιον, ἔνθα εὐφραινομένων, 
κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, 
τοῖς τιμῶσί σε πόθῳ, πταισμάτων αἰτουμένη,
ἱλασμὸν ἀειμακάριστε.

Ὕμνοι Μηναίου Ἰουλίου 

Δεν υπάρχουν σχόλια:


Ὑπάγετε· ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. Ἰησοῦς Χριστός - (Λουκ. ι' 3).

Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. Ἰησοῦς Χριστός - (Ἰωάν. η' 12).

Σᾶς εὐχαριστοῦμε.

Ἐν Χριστῷ ἐπικοινωνία

mariapmp@weboikos.com

Ἡ ἀπροσωπόληπτη γνώμη σας θά μᾶς βοηθήσει νά βελτιωθοῦμε.


Ἄν θέλετε κάποιο κείμενο ἤ ποίημα γιὰ ἀναδημοσίευση μπορεῖτε νὰ ἐπικοινωνήσετε μαζί μας.

* * * * * * * * * * * * * * * * * * * * * *
Κύριε Ἰησοῦ Χριστέ, εὐλόγησε τοὺς
ἐπισκέπτες τοῦ ἱστολογίου αὐτοῦ
καὶ ὁδήγησέ μας ὅλους στὴν ὁδό
τῆς Θεογνωσίας, αὐτογνωσίας,
μετανοίας καὶ σωτηρίας.


* * * * * * * * * * * * * * * * * * * * * *


Ἑλλάς: ἡ χώρα τῶν Ἁγίων & τῶν Ἡρώων

Ἑλλάς: ἡ χώρα τῶν Ἁγίων & τῶν Ἡρώων

.

.
Οἱ Ἅγιοι Τρεῖς Ἱεράρχες

.

.
Ἡ ἁγία οἱκογένεια τοῦ Μεγάλου Βασιλείου!

ΟΙ ΗΡΩΕΣ ΤΗΣ ΛΕΥΤΕΡΙΑΣ

ΟΙ ΗΡΩΕΣ ΤΗΣ ΛΕΥΤΕΡΙΑΣ

ΟΙ ΑΠΟΓΟΝΟΙ ΤΩΝ ΗΡΩΩΝ

ΟΙ ΑΠΟΓΟΝΟΙ ΤΩΝ ΗΡΩΩΝ
25η Μαρτίου 2016.