Τετάρτη 12 Ιουνίου 2013

Τῆς Ἀποδόσεως τοῦ Πάσχα

Δικαιοσύνης ἥλιε νοητέ, Χριστὲ ὁ Θεός, 
ὁ τὸν ἐκ μήτρας τοῦ φωτὸς ἐστερημένον, 
διὰ τῆς σῆς ἀχράντου πρασψαύσεως, 
φωτίσας κατ' ἄμφω, καὶ ἡμῶν τὰ ὄμματα, 
τῶν ψυχῶν αὐγάσας, υἱοὺς ἡμέρας δεῖξον, 
ἵνα πίστει βοῶμεν σοι· Πολλή σου καὶ ἄφατος, 
ἡ εἰς ἡμᾶς εὐσπλαχνία· φιλάνθρωπε δόξα σοι.

Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν,
καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, 
ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν·  
ὅτι Σταυρὸν καὶ θάνατον κατεδέξω, 
διὰ τὸ γένος ἡμῶν ὡς φιλάνθρωπος Κύριος·
  σκυλεύσας ᾍδου πύλας, τριήμερος ἀνέστης, 
σῴζων τὰς ψυχὰς ἡμῶν.

Ἀναστάσεως ἡμέρα, 
καί λαμπρυνθῶμεν τῇ πανηγύρει,
καὶ ἀλλήλους περιπτυξώμεθα.  
Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς·
 Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν·
Χριστός ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, 
καί τοῖς ἐν τοῖς μνήμασι ζωὴν χαρισάμενος.

Ὕμνοι Πεντηκοσταρίου

Δεν υπάρχουν σχόλια: