Σάββατο 29 Ιουνίου 2013

Ἀπόδοση τῆς Πεντηκοστῆς καὶ τῶν Πρωτοκορυφαίων Ἀποστόλων Πέτρου καὶ Παῦλου

Τὸ Πνεῦμα τὸ Ἅγιον, φῶς καὶ ζωή, 
καὶ ζῶσα πηγὴ νοερά.  Πνεῦμα σοφίας, 
Πνεῦμα συνέσεως· ἀγαθόν, εὐθὲς νοερόν,
ἡγεμονεῦον, καθαῖρον τὰ πταίσματα. 
Θεὸς καὶ θεοποιοῦν· πῦρ, ἐκ πυρὸς προϊόν, 
λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα· 
δι' οὗ Προφήται ἄπαντες, καὶ Θεοῦ Ἀπόστολοι, 
μετὰ Μαρτύρων ἐστέφθησαν· 
Ξένον ἄκουσμα, ξένον θέαμα, 
πῦρ διαιρούμενον εἰς νομὰς χαρισμάτων.

Τὸν βυθὸν τῆς ἀλιείας καταλιπών, 
οὐρανόθεν ἐδέξω παρὰ Πατρὸς, 
τὴν θείαν ἀποκαλύψιν, τῆς τοῦ Λόγου σαρκώσεως· 
καὶ παρρησίᾳ πᾶσιν, ἐβόας τῷ Κτίστῃ σου·
 Τοῦ Θεοῦ σε γινώσκω, Υἱὸν ὁμοούσιον. 
Ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, 
ἡ πέτρα τῆς πίστεως, καὶ κλειδοῦχος τῆς χάριτος.
Πέτρε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ 
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, 
τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.  

Τὰ κατὰ πόλιν δεσμὰ καὶ τὰς θλίψεις σου, 
τὶς διηγήσεται, ἔνδοξε Ἀπόστολε Παῦλε;
 τοὺς κόπους, τοὺς μόχθους, τὰς ἀγρυπνίας, 
τὰς ἐν λιμῷ καὶ δίψει κακοπαθείας, 
τὰς ἐν ψύχει καὶ γυμνότητι, τὴν σαργάνην, 
τοὺς ραβδισμούς, τοὺς λιθασμούς, 
τήν περίοδον, τόν βυθόν, τά ναυάγια; 
 Θέατρον ἐγένου καὶ Ἀγγέλοις καὶ ἀνθρώποις. 
Πάντα οὖν ὑπέμεινας ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, 
ἵνα κόσμον κερδίσῃς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ σου. 
Διὸ δυσωποῦμεν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, 
ἀδιαλείπτως ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὕμνοι Πεντηκοσταρίου & Μηναίου Ἰουνίου  
 

Δεν υπάρχουν σχόλια: