Σάββατο 22 Ιουνίου 2013

Ψυχοσάββατο

Ψυχῶν πασῶν ὁ Δεσπότης καὶ Ποιητής, 
καὶ Κριτὴς καὶ Κύριος, οὗπερ πάντων τῶν ἐν γῇ, 
ἐν χειρὶ τὰ πέρατα, αὐτός, οὓς μετέστησας 
πιστοὺς ἐν σοὶ ἀνάπαυσον.

Χειρὶ ἀχράντῳ σου Λόγε ὁ ἀπὸ γῆς, 
πλαστουργήσας μόνος με, καὶ ψυχώσας ὡς Θεός, 
ζωηρᾷ ἐμπνεύσει σου, αὐτὸς, οὓς ἐντεῦθεν
προσελάβου σῶσον εὔσπλαχνε.

Ἀπάσης γῆς ὁ Ποιητής, σὺν πρεσβύτας παρθένοις, 
καὶ σὺν νέοις ἐφήβοις, οὓς προσελάβου Χριστέ, 
τῆς αἰωνίου χαρᾶς, καὶ τρυφῆς σου τούτους καταξίωσον.

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, 
ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, 
ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα.

Ὁ γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, 
Χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, 
ἀντιλαβοῦ μου καὶ ρῦσαι, τῶν αἰωνίων βασάνων.

Ἄλγος τῷ Ἀδάμ ἐχρημάτισεν, 
ἡ τοῦ ξύλου ἀπόγευσις πάλαι ἐν Έδέμ, 
ὅτε ὄφις ἰὸν ἐξηρεύξατο· 
δι' αὐτοῦ γὰρ εἰσῆλθεν ὁ θάνατος, 
παγγενῆ κατεσθίων τὸν ἄνθρωπον·
ἀλλ' ἐλθὼν ὁ Δεσπότης, καθεῖλε τὸν δράκοντα, 
καὶ ἀνάστασιν ἡμῖν ἐδωρήσατο·
πρὸς αὐτὸν οὗν βοήσωμεν·
Φεῖσαι Σωτήρ, καὶ οὓς προσελάβου, 
μετὰ τῶν ἐκλεκτῶν σου,
ἀνάπαυσον ὡς φιλάνθρωπος.

Ὕμνοι Πεντηκοσταρίου 
 

Δεν υπάρχουν σχόλια: