Πρῶτος, Βασιλεὺς Χριστιανῶν, παρὰ τοῦ Θεοῦ,
Κωνσταντῖνε, τὸ σκῆπτρον ἔλαβες·
σοὶ πεφανέρωται ἐν γῇ κρυπτόμενον,
τὸ σωτήριον σύμβολον, δι' οὗ καὶ τὰ ἔθνη,
πάντα καθυπέταξας τοῖς τῶν Ρωμαίων ποσὶν,
ὅπλον ἀπροσμάχητον ἔχων, τὸν ζωοποιόν Σταυρὸν μάκαρ,
δι' οὗ καὶ προσήχθης τῷ Θεῷ ἡμῶν.
Τὰ τοῦ Κυρίου διδάγματα, καθάπερ γῆ ἐκλεκτή,
δεξαμένη πανεύφημε, ἐναρέτων πράξεων,
εὐκαρπίαν ἐβλάστησας, τὰς διανοίας, ἡμῶν ἐκτρέφουσα,
τῇ ἐκμιμήσει, Ἐλένη πάνσοφε, τῆς πολιτείας σου·
ὅθεν ἑορτάζομεν, περιχαρῶς, σήμερον
τὴν μνήμην σου πανηγυρίζοντες.
Ὕμνοι Μαΐου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου