Ὑδάτων ἀπάντων, Κόρη ὑπέρκειται ἁγνή,
τῆς Πηγῆς σου τὸ ὕδωρ, ἐμφανῶς δωρούμενον,
ἀπαλλαγὴν νοσημάτων δεινῶν,
καὶ ταῖς ψυχαῖς, ἅπασαν τὴν ρῶσιν,
ὡς ὑπὲρ φύσιν χεόμενον.
Ὕδωρ τὸ ζωήρρυτον τῆς Πηγῆς,
μάννα τὸ προχέον, τὸν ἀθάνατον δροσισμόν,
τὸ νέκταρ τὸ θεῖον, τὴν ξένην ἀμβροσίαν,
τὸ μέλι τὸ ἐκ πέτρας, πίστει τιμήσωμεν.
Ὕμνοι Πεντηκοσταρίου
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου